Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.168 Joseph. AJ 7.172 (English) >>Joseph. AJ 7.176

7.170μῖσος δʼ εὐθέως μετὰ τὴν κορείαν εἰσέρχεται τὸν Ἀμνῶνα καὶ προσλοιδορησάμενος ἐκέλευσεν ἀναστᾶσαν ἀπιέναι. τῆς δὲ χείρω τὴν ὕβριν καὶ διὰ τοῦτο ἀποκαλούσης, εἰ βιασάμενος αὐτὸς μηδʼ ἄχρι νυκτὸς ἐπιτρέπει μεῖναι παραχρῆμα δʼ ἀπαλλάττεσθαι κελεύει ἐν ἡμέρᾳ καὶ φωτί, ἵνα καὶ μάρτυσι τῆς αἰσχύνης περιπέσοι, προσέταξεν αὐτὴν ἐκβαλεῖν τῷ οἰκέτῃ. 7.171 δὲ περιαλγὴς ἐπὶ τῇ ὕβρει καὶ τῇ βίᾳ γενομένη περιρρήξασα τὸν χιτωνίσκον, ἐφόρουν γὰρ αἱ τῶν ἀρχαίων παρθένοι χειριδωτοὺς ἄχρι τῶν σφυρῶν πρὸς τὸ μὴ βλέπεσθαι χιτῶνας, καὶ σποδὸν καταχεαμένη τῆς κεφαλῆς ἀπῄει διὰ τῆς πόλεως μέσης βοῶσα καὶ ὀδυρομένη τὴν βίαν. 7.172περιτυχὼν δʼ αὐτῇ ἀδελφὸς Ἀψάλωμος ἀνέκρινε, τίνος αὐτῇ δεινοῦ συμβάντος οὕτως ἔχει, κατειπούσης δʼ αὐτῆς πρὸς αὐτὸν τὴν ὕβριν ἡσυχάζειν καὶ μετρίως φέρειν παρηγόρει καὶ μὴ νομίζειν ὑβρίσθαι φθαρεῖσαν ὑπʼ ἀδελφοῦ. πεισθεῖσα οὖν παύεται τῆς βοῆς καὶ τοῦ πρὸς πολλοὺς τὴν βίαν ἐκφέρειν, καὶ πολὺν χρόνον χηρεύουσα παρὰ Ἀψαλώμῳ τῷ ἀδελφῷ διεκαρτέρησε. 7.173

Γνοὺς δὲ τοῦθʼ πατὴρ Δαυίδης τοῖς μὲν πεπραγμένοις ἤχθετο, φιλῶν δὲ τὸν Ἀμνῶνα σφόδρα, πρεσβύτατος γὰρ ἦν αὐτῷ υἱός, μὴ λυπεῖν αὐτὸν ἠναγκάζετο. δὲ Ἀψάλωμος ἐμίσει χαλεπῶς αὐτὸν καὶ λανθάνων καιρὸν εἰς ἄμυναν αὐτοῦ τῆς ἁμαρτίας ἐπιτήδειον παρεφύλαττεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.168 Joseph. AJ 7.172 (English) >>Joseph. AJ 7.176

Powered by PhiloLogic